Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 4.51 | Joseph. AJ 4.55 (English) | >>Joseph. AJ 4.61 |
4.54
ἐξέλαμψε δὲ πῦρ τοσοῦτον ὅσον οὔτε χειροποίητον ἱστόρησέ τις οὔτε γῆθεν ἀναδοθὲν κατὰ ὑποδρομὴν καύματος οὔτε κατὰ βίαν πνευμάτων ὕλης πρὸς αὐτὸ παρατριβείσης αὐτομάτως ἐξεκρούσθη , ἀλλʼ ὁποῖον θεοῦ κελεύσαντος ἁφθείη λαμπρὸν καὶ φλογωδέστατον ·
4.56ὑφʼ οὗ πάντες , οἵ τε διακόσιοι καὶ πεντήκοντα καὶ Κορῆς , ᾄξαντος ἐπʼ αὐτοὺς ἐφθάρησαν , ὡς καὶ τὰ σώματα αὐτῶν ἀφανῆ γεγονέναι . περισώζεται δὲ μόνος Ἀαρὼν μηδὲν ὑπὸ τοῦ πυρὸς βλαβεὶς τῷ τὸν θεὸν εἶναι τὸν οὓς ἔδει καίειν ἀπεσταλκότα .
4.57Μωυσῆς δὲ τούτων ἀπολομένων βουλόμενος τὴν τιμωρίαν αὐτῶν μνήμῃ παραδοθῆναι καὶ τοὺς αὖθις ἐσομένους αὐτὴν μαθεῖν , ἐκέλευσεν Ἐλεάζαρον τὸν Ἀαρῶνος υἱὸν τὰ θυμιατήρια αὐτῶν παρὰ τὸν χάλκεον καταθέσθαι βωμόν ,
4.58ὡς ἂν ὑπόμνησις εἴη τοῖς αὖθις ὧν ἔπαθον καὶ ὅτι τὴν ἰσχὺν τοῦ θεοῦ νομίσειαν ἀπατᾶσθαι δύνασθαι . καὶ Ἀαρὼν μὲν οὐκέτι τῇ Μωυσέος χάριτι τὴν ἀρχιερωσύνην ἔχειν δοκῶν , ἀλλὰ τῇ τοῦ θεοῦ κρίσει φανερᾷ γενομένῃ , μετὰ τῶν υἱῶν ἤδη βεβαίως ἀπέλαυε τῆς τιμῆς .
Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ]. | ||
<<Joseph. AJ 4.51 | Joseph. AJ 4.55 (English) | >>Joseph. AJ 4.61 |